Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.283 Joseph. AJ 9.287 (English) >>Joseph. AJ 9.291

9.285ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. διʼ Τυρίων οὐχ ὑποταγέντων πάλιν βασιλεὺς ἐπʼ αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους. 9.286αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους· ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή. 9.287διὰ ταῦτʼ ἀναζεύξας τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι Τυρίους ἀρύεσθαι, καὶ τοῦτο ἔτεσι πέντε γενόμενον ἐκαρτέρησαν πίνοντες ἐκ φρεάτων ὀρυκτῶν.” καὶ τὰ μὲν ἐν τοῖς Τυρίων ἀρχείοις γεγραμμένα κατὰ Σαλμανάσσου τοῦ Ἀσσυρίων βασιλέως ταῦτʼ ἐστίν. 9.288

Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δʼ ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτʼ ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δʼ ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον. 9.289λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφʼ οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.283 Joseph. AJ 9.287 (English) >>Joseph. AJ 9.291

Powered by PhiloLogic